Προσευχή διά τήν κατάπαυσιν τοῦ καύσωνος - Τοῦ Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ'



Κύριε ὁ Θεός ἡμῶν, ὁ Παντοδύναμος καί Πολυέλεος, ὁ πάσης ὁρατῆς τε καί ἀοράτου κτίσεως δημιουργός, ὁ τῷ σῷ κράτει συνέχων τήν κτίσιν καί τῇ σῇ προνοίᾳ διοικῶν τόν κόσμον, ὁ πάσης ἀγαθότητος χορηγός, Αὐτός, ὁ μέγας καί θαυμαστός ἔπιδε ἐφ' ἡμᾶς τούς ἀθλίους δούλους σου ὅτι κατ' αὐτάς ὑπό τοῦ καύσωνος, οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλά καί κατά νύκτα δεινῶς κατατρυχόμεθα, ὑποφέρομεν καί θλιβόμεθα.

Ναί, Κύριε ἐνώπιόν σου, ἡμάρτομεν, ἠνομήσαμεν καί ἠδικήσαμεν ἅπαντες καί οἴδαμεν ὅτι πᾶσα ἡ κτίσις συστενάζει καί συνωδίνει ἄχρι τοῦ νῦν καί ἐπικράτησις ἰδιαιτέρων ὑψηλῶν θερμοκρασιῶν καί ηὐξημένος κίνδυνος θερμικῆς καταπονήσεως ἐνυπάρχει καί ἐπιβουλή δυσκρασίας ἀέρων πλήττουσα ἀνθρώπους, ζῶα τε καί πτηνά καί πάντα τά φυόμενα ἐπί τῆς γῆς.

Διό Κύριε, ὁ μή βουλόμενος τόν θάνατον τοῦ ἁμαρτωλοῦ ἀλλά ἀναμένων αὐτοῦ τήν ἐπιστροφήν καί μετάνοιαν ἐπάκουσον ἡμῶν δεομένων σου καί τήν δικαίαν σου ὀργήν ἀπόστρεψον ἀφ' ἡμῶν καί ρῦσαι ἡμᾶς ἐκ πάσης καταστροφῆς, συμφορᾶς καί ἀσθενείας ἐκ τοῦ παρόντος καύσωνος προσγενομένης. Παῦσον τόν βλαβερόν καύσωνα καί ἀπόστειλον δρόσον καί αὔραν καί δός εὐκρασίαν ἀέρων καί ἀφθονίαν ἀγαθῶν.

Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Σχόλια

ΦΥΣΙΚΟ ΑΕΡΙΟ

ΑΦΑΙ ΒΑΚΑΛΟΠΟΥΛΟΥ 2731026347

NEOPTIC

EVROTAS CLEAN

ESTHIQUE

ΟΔΗΓΟΣ ΛΑΚΩΝΙΑΣ

ΟΙ ΛΑΚΩΝΕΣ ΠΑΝΤΟΥ

LAKONES.gr

ΓΚΟΥΜΑΣ

ΚΑΚΑΛΕΤΡΗΣ

ΑΝΟΥΣΟΣ

ΤΣΙΠΟΥΡΑΣ

ΚΑΝΕΛΛΟΠΟΥΛΟΣ

ΑΓΡΟΑΞΩΝ

ΓΡΑΜΜΑΤΙΚΑΚΗΣ

BANNER 1

LAKONES.gr ΝΕΑ ΕΙΔΗΣΕΙΣ ΛΑΚΩΝΙΑΣ

ΠΑΝΑΓΙΩΤΗΣ ΤΣΙΜΠΙΔΗΣ ΔΗΜΟΣΙΟΓΑΦΟΣ

ΜΠΑΤΣΑΚΗΣ

ΜΑΝΔΡΩΖΟΣ

SLEEP EXPERTS

ΑΝΘΟΠΩΛΕΙΟ VERGADOU 2731021701

ΕΜΙΛΥ ΚΑΡΥΓΙΑΝΝΗ

MONEMVASIA GROUP

IATRIKOS.gr

NRG SPORTS

VOiD ΣΠΑΡΤΗ

Diafimistes.gr

ΒΕΚΡΑΚΟΣ

AGORA

ΦΟΥΝΤΑΣ

ΣΠΥΡΑΚΗΣ ΠΑΝΑΓΙΩΤΗΣ & YIOI ΣΠΑΡΤΗ

ΠΙΑΤΣΑ

ΨΗΣΤΑΡΙΑ ΚΑΦΕΣ ΛΕΩΝΙΔΑΣ ΣΠΑΡΤΗ

ΑΓΓΕΛΙΕΣ ΚΑΙ ΠΡΟΣΦΟΡΕΣ

Greek Exports Directory

GRAD ΔΙΕΘΝΗ ΜΕΣΙΤΙΚΑ ΓΡΑΦΕΙΑ ΑΘΗΝΑ ΣΠΑΡΤΗ ΛΑΚΩΝΙΑ

ANT1 SOUTH

BEST RADIO

ΓΡΗΓΟΡΗΣ

ΔΕΙΤΕ ΕΔΩ ΖΩΝΤΑΝΑ ΤΑ ΕΛΛΗΝΙΚΑ ΚΑΝΑΛΙΑ

BUSINESS ΠΙΤΣΑΡΙΑ ΣΠΑΡΤΗ 2731022395

GRAD GROUP

LAKONIA REAL ESTATE